Ιλιαδοσ χ
Published online by Cambridge University Press: 05 June 2012
Summary
ὣς οἱ μὲν κατὰ ἄστυ, πεφυζότες ἠΰτε νεβροί,
ἱδρῶ ἀπεψύχοντο πίον τ’ ἀκέοντό τε δίψαν,
κεκλιμένοι καλῆισιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοί
τείχεος ἄσσον ἴσαν, σάκε’ ὤμοισι κλίναντες.
Ἕκτορα δ’ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρ’ ἐπέδησεν5
Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
αὐτὰρ Πηλεΐωνα προσηύδα Φοῖβος Ἀπόλλων·
“τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις,
αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με
ἔγνως ὡς θεός εἰμι, σὺ δ’ ἀσπερχὲς μενεαίνεις.10
ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,
οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.”
τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
“ἔβλαψάς μ’, ἑκάεργε, θεῶν ὀλοώτατε πάντων,15
ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κ’ ἔτι πολλοί
γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
νῦν δ’ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δ’ ἐσάωσας
ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ’ ἔδδεισας ὀπίσσω.
ἦ σ’ ἂν τεισαίμην, εἴ μοι δύναμίς γε παρείη.”20
ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
σευάμενος ὥς θ’ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
ὅς ῥά τε ῥεῖα θέησι τιταινόμενος πεδίοιο·
ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα.
τὸν δ’ ὁ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσιν,25
παμφαίνονθ’ ὥς τ’ ἀστέρ’ ἐπεσσύμενον πεδίοιο,
ὅς ῥά τ’ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαί
φαίνονται πολλοῖσι μετ’ ἀστράσι νυκτὸς ἀμολγῶι,
ὅν τε κύν’ Ὠρίωνος ἐπίκλησιν καλέουσιν.
λαμπρότατος μὲν ὅ γ’ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,30
καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
ὤιμωξεν δ’ ὁ γέρων, κεφαλὴν δ’ ὅ γε κόψατο χερσὶν
ὑψόσ’ ἀνασχόμενος, μέγα δ’ οἰμώξας ἐγεγώνει
λισσόμενος φίλον υἱόν· ὁ δὲ προπάροιθε πυλάων35
ἑστήκει, ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι.
τὸν δ’ ὁ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
“ Ἕκτορ, μή μοι μίμνε, φίλον τέκος, ἀνέρα τοῦτον
οἶος ἄνευθ’ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπηις
Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν,40
σχέτλιος. αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
ὅς μ’ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκεν
κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.45
καὶ γὰρ νῦν δύο παῖδε, Λυκάονα καὶ Πολύδωρον,
οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
ἀλλ’ εἰ μὲν ζώουσι μετὰ στρατωι, ἦ τ’ ἂν ἔπειτα
χαλκοῦ τε χρυσοῦ τ’ ἀπολυσόμεθ’· ἔστι γὰρ ἔνδον·50
πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
εἰ δ’ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,
ἄλγος ἐμῶι θυμῶι καὶ μητέρι, τοὶ τεκόμεσθα·
λαοῖσιν δ’ ἄλλοισι μινυνθαδιώτερον ἄλγος
ἔσσεται, ἢν μὴ καὶ σὺ θάνηις Ἀχιλῆϊ δαμασθείς.55
ἀλλ’ εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσηις
Τρῶας καὶ Τρωιάς, μηδὲ μέγα κῦδος ὀρέξηις
Πηλεΐδηι, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῆις.
πρὸς δ’ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ’ ἐλέησον,
δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῶι60
αἴσηι ἐν ἀργαλέηι φθείσει, κακὰ πόλλ’ ἐπιδόντα,
υἷάς τ’ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,
καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
βαλλόμενα προτὶ γαίηι ἐν αἰνῆι δηϊοτῆτι,
ἑλκομένας τε νυοὺς ὀλοῆις ὑπὸ χερσὶν Ἀχαιῶν.65
αὐτὸν δ’ ἂν πύματόν με κύνες πρώτηισι θύρηισιν
ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῶι
τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς·
οἵ κ’ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῶι70
κείσοντ’ ἐν προθύροισι. νέωι δέ τε πάντ’ ἐπέοικεν,
ἄρηϊ κταμένωι δεδαϊγμένωι ὀξέϊ χαλκῶι
κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ, ὅττι φανήηι·
ἀλλ’ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
αἰδῶ τ’ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,75
τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.”
ἦ ῥ’ ὁ γέρων, πολιὰς δ’ ἄρ’ ἀνὰ τρίχας ἕλκετο χερσίν
τίλλων ἐκ κεφαλῆς· οὐδ’ Ἕκτορι θυμὸν ἔπειθεν.
μήτηρ δ’ αὖθ’ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα,
κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχεν·80
καί μιν δάκρυ χέουσ’ ἔπεα πτερόεντα προσηύδα·
“ Ἕκτορ, τέκνον ἐμὸν, τάδε τ’ αἴδεο καί μ’ ἐλέησον
αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·
τῶν μνῆσαι, φίλε τέκνον, ἄμυνε δὲ δήϊον ἄνδρα
τείχεος ἐντὸς ἐών, μηδὲ πρόμος ἵστασο τούτωι,85
σχέτλιος· εἴ περ γάρ σε κατακτάνηι, οὔ σ’ ἔτ’ ἐγώ γε
κλαύσομαι ἐν λεχέεσσι, φίλον θάλος, ὃν τέκον αὐτή,
οὐδ’ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν
Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.”
ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱόν,90
πολλὰ λισσομένω· οὐδ’ Ἕκτορι θυμὸν ἔπειθον,
ἀλλ’ ὅ γε μίμν’ Ἀχιλῆα πελώριον ἄσσον ἰόντα.
ὡς δὲ δράκων ἐπὶ χειῆι ὀρέστερος ἄνδρα μένησιν
βεβρωκὼς κακὰ φάρμακ’, ἔδυ δέ τέ μιν χόλος αἰνός,
σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῆι,95
ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει,
πύργωι ἔπι προὔχοντι φαεινὴν ἀσπίδ’ ἐρείσας.
ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
“ὤι μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,100
ὅς μ’ ἐκέλευεν Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
νύχθ’ ὕπο τήνδ’ ὀλοήν, ὅτε τ’ ὤρετο δῖος Ἀχιλλεύς.
ἀλλ’ ἐγὼ οὐ πιθόμην· ἦ τ’ ἂν πολὺ κέρδιον ἦεν.
νῦν δ’ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίηισιν ἐμῆισιν,
αἰδέομαι Τρῶας καὶ Τρωιάδας ἑλκεσιπέπλους,105
μή ποτέ τις εἴπησι κακώτερος ἄλλος ἐμεῖο·
‘Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.’
ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότ’ ἂν πολὺ κέρδιον εἴη
ἄντην ἠ’ Ἀχιλῆα κατακτείναντα νέεσθαι
ἠέ κεν αὐτῶι ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.110
εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῆι,
πάντα μάλ’ ὅσσά τ’ Ἀλέξανδρος κοίληις ἐνὶ νηυσίν115
ἠγάγετο Τροίηνδ’, ἥ τ’ ἔπλετο νείκεος ἀρχή,
δωσέμεν Ἀτρεΐδηισιν ἄγειν, ἅμα δ’ ἀμφὶς Ἀχαιοῖς
ἄλλ’ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἧδε κέκευθεν·
Τρωσὶν δ’ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
μή τι κατακρύψειν, ἀλλ’ ἄνδιχα πάντα δάσεσθαι,120
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει· –
ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;
μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὁ δέ μ’ οὐκ ἐλεήσει
οὐδέ τί μ’ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα
αὔτως ὥς τε γυναῖκα, ἐπεί κ’ ἀπὸ τεύχεα δύω.125
οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης
τῶι ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε,
παρθένος ἠΐθεός τ’ ὀαρίζετον ἀλλήλοιιν.
βέλτερον αὖτ’ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·
εἴδομεν ὁπποτέρωι κεν Ὀλύμπιος εὖχος ὀρέξηι.”130
ὣς ὥρμαινε μένων· ὁ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεύς
ἶσος Ἐνυαλίωι κορυθάϊκι πτολεμιστῆι,
σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῆι
ἢ πυρὸς αἰθομένου ἠ’ ἠελίου ἀνιόντος.135
Ἕκτορα δ’, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδ’ ἄρ’ ἔτ’ ἔτλη
αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς.
Πηλεΐδης δ’ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
ἠΰτε κίρκος ὄρεσφιν, ἐλαφρότατος πετεηνῶν,
ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,140
ἡ δέ θ’ ὕπαιθα φοβεῖται, ὁ δ’ ἐγγύθεν ὀξὺ λεληκώς
ταρφέ’ ἐπαΐσσει ἑλέειν τέ ἑ θυμὸς ἀνώγει,
ὣς ἄρ’ ὅ γ’ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ’ Ἕκτωρ
τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατ’ ἐνώμα.
οἱ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα145
τείχεος αἰὲν ὕπεκ κατ’ ἀμαξιτὸν ἐσσεύοντο,
κρουνὼ δ’ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαί
δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
ἡ μὲν γάρ θ’ ὕδατι λιαρῶι ῥέει, ἀμφὶ δὲ καπνός
γίνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·150
ἣ δ’ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζηι
ἢ χιόνι ψυχρῆι ἠ’ ἐξ ὕδατος κρυστάλλωι.
ἔνθα δ’ ἐπ’ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασιν
καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα
πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες155
τὸ πρὶν ἐπ’ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
τῆι ῥα παραδραμέτην, φεύγων, ὁ δ’ ὄπισθε διώκων·
πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ’ ἀμείνων,
καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,160
ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
ὡς δ’ ὅτ’ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον,
ἢ τρίπος ἠὲ γυνὴ, ἀνδρὸς κατατεθνηῶτος·
ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην165
καρπαλίμοισι πόδεσσι· θεοὶ δ’ ἐς πάντες ὁρῶντο.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
“ὦ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ’ ὀλοφύρεται ἦτορ
Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί’ ἔκηεν170
Ἴδης ἐν κορυφῆισι πολυπτύχου, ἄλλοτε δ’ αὖτε
ἐν πόλει ἀκροτάτηι· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεύς
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
ἀλλ’ ἄγετε φράζεσθε, θεοὶ, καὶ μητιάασθε,
ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἢδη175
Πηλεΐδηι Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.”
τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
“ὦ πάτερ ἀργικέραυνε κελαινεφές, οἷον ἔειπες·
ἄνδρα θνητὸν ἐόντα, πάλαι πεπρωμένον αἴσηι,
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;180
ἔρδ’· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.”
τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
“θάρσει, Τριτογένεια, φίλον τέκος· οὔ νύ τι θυμῶι
πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἢπιος εἶναι.
ἔρξον ὅπηι δή τοι νόος ἔπλετο, μηδ’ ἔτ’ ἐρώει.”185
ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα.
Ἕκτορα δ’ ἀσπερχὲς κλονέων ἔφεπ’ ὠκὺς Ἀχιλλεύς.
ὡς δ’ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
ὄρσας ἐξ εὐνῆς διά τ’ ἄγκεα καὶ διὰ βήσσας·190
τὸν δ’ εἴ πέρ τε λάθησι καταπτήξας ὑπὸ θάμνωι,
ἀλλά τ’ ἀνιχνεύων θέει ἔμπεδον, ὄφρα κεν εὕρηι·
ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
ὁσσάκι δ’ ὁρμήσειε πυλάων Δαρδανιάων
ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,195
εἴ πως οἱ καθύπερθεν ἀλάλκοιεν βελέεσσιν,
τοσσάκι μιν προπάροιθεν ἀποτρέψασκε παραφθάς
πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ’ αἰεί.
ὡς δ’ ἐν ὀνείρωι οὐ δύναται φεύγοντα διώκειν –
οὔτ’ ἄρ’ ὁ τὸν δύναται ὑποφεύγειν, οὔθ’ ὁ διώκειν –200
ὣς ὁ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ’ ὃς ἀλύξαι.
πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ’ Ἀπόλλων
ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
λαοῖσιν δ’ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,205
οὐδ’ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
μή τις κῦδος ἄροιτο βαλών, ὁ δὲ δεύτερος ἔλθοι.
ἀλλ’ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
ἐν δ’ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,210
τὴν μὲν Ἀχιλλῆος, τὴν δ’ Ἕκτορος ἱπποδάμοιο,
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ’ Ἕκτορος αἴσιμον ἦμαρ,
ὤιχετο δ’ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
Πηλεΐωνα δ’ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·215
“νῦν δὴ νῶΐ γ’ ἔολπα, διίφιλε φαίδιμ’ Ἀχιλλεῦ,
οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας,
Ἕκτορα δηιώσαντε μάχης ἆτόν περ ἐόντα.
οὔ οἱ νῦν ἔτι γ’ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
οὐδ’ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων220
προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ’ ἐγώ τοι
οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.”
ὣς φάτ’ Ἀθηναίη· ὁ δ’ ἐπείθετο, χαῖρε δὲ θυμῶι,
στῆ δ’ ἄρ’ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.225
ἡ δ’ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ’ Ἕκτορα δῖον,
Δηϊφόβωι ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·
ἀγχοῦ δ’ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
“ἠθεῖ’, ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεύς,
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων.230
ἀλλ’ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.”
τὴν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
“Δηΐφοβ’, ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
γνωτῶν, οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
νῦν δ’ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,235
ὃς ἔτλης ἐμεῦ εἵνεκ’, ἐπεὶ ἴδες ὀφθαλμοῖσιν,
τείχεος ἐξελθεῖν, ἄλλοι δ’ ἔντοσθε μένουσιν.”
τὸν δ’ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
“ἠθεῖ’, ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
λίσσονθ’ ἑξείης γουνούμενοι, ἀμφὶ δ’ ἑταῖροι,240
αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
ἀλλ’ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῶι.
νῦν δ’ ἰθὺς μεμαῶτε μαχώμεθα, μηδέ τι δούρων
ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεύς
νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται245
νῆας ἔπι γλαφυράς, ἦ κεν σῶι δουρὶ δαμήηι.”
ὣς φαμένη καὶ κερδοσύνηι ἡγήσατ’ Ἀθήνη.
οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
“οὔ σ’ ἔτι, Πηλέος υἱέ, φοβήσομαι, ὡς τὸ πάρος περ250
τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτ’ ἔτλην
μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκεν
στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν, ἢ κεν ἁλοίην.
ἀλλ’ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων.255
οὐ γὰρ ἐγώ σ’ ἔκπαγλον ἀεικίω, αἴ κεν ἐμοὶ Ζεύς
δώηι καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι,
ἀλλ’ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε’, Ἀχιλλεῦ,
νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.”
τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·260
“ Ἕκτορ, μή μοι, ἄλαστε, συνημοσύνας ἀγόρευε.
ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
ὣς οὐκ ἔστ’ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν265
ὅρκια ἔσσονται, πρίν ἠ’ ἕτερόν γε πεσόντα
αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.
παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρή
αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
οὔ τοι ἔτ’ ἔσθ’ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη270
ἔγχει ἐμῶι δαμάαι. νῦν δ’ ἁθρόα πάντ’ ἀποτείσεις,
κήδε’ ἐμῶν ἑτάρων, οὓς ἔκτανες ἔγχεϊ θυίων.”
ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
ἕζετο γὰρ προϊδών, τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχος,275
ἐν γαίηι δ’ ἐπάγη. ἀνὰ δ’ ἥρπασε Παλλὰς Ἀθήνη,
ἂψ δ’ Ἀχιλῆϊ δίδου, λάθε δ’ Ἕκτορα ποιμένα λαῶν.
Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
“ἤμβροτες, οὐδ’ ἄρα πώ τι, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ,
ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον. ἤτοι ἔφης γε,280
ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
ὄφρά σ’ ὑποδδείσας μένεος ἀλκῆς τε λάθωμαι.
οὐ μέν μοι φεύγοντι μεταφρένωι ἐν δόρυ πήξεις,
ἀλλ’ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον,
εἴ τοι ἔδωκε θεός. νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαι285
χάλκεον. ὡς δή μιν σῶι ἐν χροῒ πᾶν κομίσαιο
καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
σεῖο καταφθιμένοιο. σὺ γάρ σφισι πῆμα μέγιστον.”
ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλε Πηλεΐδαο μέσον σάκος, οὐδ’ ἀφάμαρτεν·290
τῆλε δ’ ἀπεπλάγχθη σάκεος δόρυ. χώσατο δ’ Ἕκτωρ,
ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός·
στῆ δὲ κατηφήσας, οὐδ’ ἄλλ’ ἔχε μείλινον ἔγχος.
Δηΐφοβον δ’ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·
ἤιτεέ μιν δόρυ μακρόν· ὁ δ’ οὔ τί οἱ ἐγγύθεν ἦεν.295
Ἕκτωρ δ’ ἔγνω ἧισιν ἐνὶ φρεσὶ φώνησέν τε·
“ὦ πόποι, ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν.
Δηΐφοβον γὰρ ἐγώ γ’ ἐφάμην ἥρωα παρεῖναι,
ἀλλ’ ὁ μὲν ἐν τείχει, ἐμὲ δ’ ἐξαπάτησεν Ἀθήνη.
νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδ’ ἔτ’ ἄνευθεν,300
οὐδ’ ἀλέη. ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλωι, οἵ με πάρος γε
πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
μὴ μὰν ἀσπουδεί γε καὶ ἀκλειῶς ἀπολοίμην,
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.”305
ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
τό οἱ ὑπὸ λαπάρην τέτατο, μέγα τε στιβαρόν τε,
οἴμησεν δὲ ἀλεὶς ὥς τ’ αἰετὸς ὑψιπετήεις,
ὅς τ’ εἶσιν πεδίονδε διὰ νεφέων ἐρεβεννῶν
ἁρπάξων ἢ ἄρν’ ἀμαλὴν ἢ πτῶκα λαγωόν·310
ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
ὡρμήθη δ’ Ἀχιλεύς, μένεος δ’ ἐμπλήσατο θυμόν
ἀγρίου· πρόσθεν δὲ σάκος στέρνοιο κάλυψεν
καλὸν δαιδάλεον, κόρυθι δ’ ἐπένευε φαεινῆι
τετραφάλωι· καλαὶ δὲ περισσείοντο ἔθειραι315
χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
οἷος δ’ ἀστὴρ εἶσι μετ’ ἀστράσι νυκτὸς ἀμολγῶι
ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῶι ἵσταται ἀστήρ,
ὣς αἰχμῆς ἀπέλαμπ’ εὐήκεος, ἣν ἄρ’ Ἀχιλλεύς
πάλλεν δεξιτερῆι, φρονέων κακὸν Ἕκτορι δίωι,320
εἰσορόων χρόα καλόν, ὅπηι εἴξειε μάλιστα.
τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς,
φαίνετο δ’ ἧι κληῗδες ἀπ’ ὤμων αὐχέν’ ἔχουσιν,
λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος.325
τῆι ῥ’ ἐπὶ οἷ μεμαῶτ’ ἔλασ’ ἔγχεϊ δῖος Ἀχιλλεύς,
ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή.
οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
ἤριπε δ’ ἐν κονίηις. ὁ δ’ ἐπεύξατο δῖος Ἀχιλλεύς·330
“ Ἕκτορ, ἀτάρ που ἔφης Πατροκλῆ’ ἐξεναρίζων
σῶς ἔσσεσθ’, ἐμὲ δ’ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα·
νήπιε, τοῖο δ’ ἄνευθεν ἀοσσητὴρ μέγ’ ἀμείνων
νηυσὶν ἔπι γλαφυρῆισιν ἐγὼ μετόπισθε λελείμμην,
ὅς τοι γούνατ’ ἔλυσα. σὲ μὲν κύνες ἠδ’ οἰωνοί335
ἑλκήσουσ’ ἀϊκῶς, τὸν δὲ κτερίουσιν Ἀχαιοί.”
τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
“λίσσομ’ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,
μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,340
δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.”
τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
“μή με, κύον, γούνων γουνάζεο μηδὲ τοκήων.345
αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνείη
ὤμ’ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷά μ’ ἔοργας,
ὡς οὐκ ἔσθ’ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι.
οὐδ’ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ’ ἄποινα
στήσωσ’ ἐνθάδ’ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,350
οὐδ’ εἴ κέν σ’ αὐτὸν χρυσῶι ἐρύσασθαι ἀνώγοι
Δαρδανίδης Πρίαμος, οὐδ’ ὧς σέ γε πότνια μήτηρ
ἐνθεμένη λεχέεσσι γοήσεται, ὃν τέκεν αὐτή,
ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.”
τὸν δὲ καταθνήισκων προσέφη κορυθαίολος Ἕκτωρ·355
“ἦ σ’ εὖ γιγνώσκων προτιόσσομαι, οὐδ’ ἄρ’ ἔμελλον
πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι
ἢματι τῶι, ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
ἐσθλὸν ἐόντ’ ὀλέσωσιν ἐνὶ Σκαιῆισι πύληισιν.”360
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν,
ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει
ὃν πότμον γοόωσα, λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην.
τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
“τέθναθι· κῆρα δ’ ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴ365
Ζεὺς ἐθέληι τελέσαι ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι.”
ἦ ῥα καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
καὶ τό γ’ ἄνευθεν ἔθηχ’, ὁ δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα
αἱματόεντ’. ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητόν370
Ἕκτορος· οὐδ’ ἄρα οἵ τις ἀνουτητεί γε παρέστη.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
“ὦ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέωι.”
ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.375
τὸν δ’ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ’ ἀγόρευεν·
“ὦ φίλοι, Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,
ἐπεὶ δὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
ὃς κακὰ πόλλ’ ἔρρεξεν, ὅσ’ οὐ σύμπαντες οἱ ἄλλοι,380
εἰ δ’ ἄγετ’ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθέωμεν,
ὄφρά κ’ ἔτι γνῶμεν Τρώων νόον, ὅν τιν’ ἔχουσιν,
ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ’ ἐόντος.
ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;385
κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
Πάτροκλος· τοῦ δ’ οὐκ ἐπιλήσομαι, ὄφρ’ ἂν ἐγώ γε
ζωοῖσιν μετέω καί μοι φίλα γούνατ’ ὀρώρηι.
εἰ δὲ θανόντων περ καταλήθοντ’ εἰν Ἀΐδαο,
αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ’ ἑταίρου.390
νῦν δ’ ἄγ’ ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν,
νηυσὶν ἔπι γλαφυρῆισι νεώμεθα, τόνδε δ’ ἄγωμεν.
ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,
ὧι Τρῶες κατὰ ἄστυ θεῶι ὣς εὐχετόωντο.”
ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα·395
ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ’ ἐξῆπτεν ἱμάντας,
ἐκ δίφροιο δ’ ἔδησε, κάρη δ’ ἕλκεσθαι ἔασεν.
ἐς δίφρον δ’ ἀναβὰς ἀνά τε κλυτὰ τεύχε’ ἀείρας
μάστιξέν ῥ’ ἐλάαν, τὼ δ’ οὐκ ἀέκοντε πετέσθην.400
τοῦ δ’ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
κυάνεαι πίτναντο, κάρη δ’ ἅπαν ἐν κονίηισιν
κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσιν
δῶκεν ἀεικίσσασθαι ἑῆι ἐν πατρίδι γαίηι.
ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν. ἡ δέ νυ μήτηρ405
τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ’ ἐσιδοῦσα·
ὤιμωξεν δ’ ἐλεεινὰ πατὴρ φίλος· ἀμφὶ δὲ λαοί
κωκυτῶι τ’ εἴχοντο καὶ οἰμωγῆι κατὰ ἄστυ.
τῶι δὲ μάλιστ’ ἄρ’ ἔην ἐναλίγκιον, ὡς εἰ ἅπασα410
Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ’ ἄκρης.
λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα,
ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
πάντας δ’ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
ἐξ ὀνομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·415
“σχέσθε, φίλοι, καί μ’ οἶον ἐάσατε κηδόμενοί περ
ἐξελθόντα πόληος ἱκέσθ’ ἐπὶ νῆας Ἀχαιῶν·
λίσσωμ’ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
ἤν πως ἡλικίην αἰδέσσεται ἠδ’ ἐλεήσηι
γῆρας. καὶ δέ νυ τῶι γε πατὴρ τοιόσδε τέτυκται,420
Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
Τρωσί· μάλιστα δ’ ἐμοὶ περὶ πάντων ἄλγε’ ἔθηκεν.
τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας.
τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
ὡς ἑνός, οὗ μ’ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,425
Ἕκτορος. ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῆισιν·
τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
μήτηρ θ’, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ’ ἐγὼ αὐτός.”
ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται.
Τρωιῆισιν δ’ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·430
“τέκνον, ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα
σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτας τε καὶ ἦμαρ
εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τ’ ὄνειαρ
Τρωσί τε καὶ Τρωιῆισι κατὰ πτόλιν, οἵ σε θεὸν ὥς
δειδέχατ’· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα435
ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.”
ὣς ἔφατο κλαίουσ’, ἄλοχος δ’ οὔ πώ τι πέπυστο
Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθών
ἤγγειλ’ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
ἀλλ’ ἥ γ’ ἱστὸν ὕφαινε μυχῶι δόμου ὑψηλοῖο,440
δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλ’ ἔπασσεν.
κέκλετο δ’ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
Ἕκτορι θερμὰ λοετρὰ μάχης ἒκ νοστήσαντι.
νηπίη, οὐδ’ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν445
χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
κωκυτοῦ δ’ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·
τῆς δ’ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς.
ἡ δ’ αὖτις δμωιῆισιν ἐϋπλοκάμοισι μετηύδα·
“δεῦτε, δύω μοι ἕπεσθον, ἴδωμ’ ὅτιν’ ἔργα τέτυκται.450
αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δέ μοι αὐτῆι
στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔπος, ἀλλὰ μάλ’ αἰνῶς
δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεύς455
μοῦνον ἀποτμήξας πόλιος πεδίονδε δίηται,
καὶ δή μιν καταπαύσηι ἀγηνορίης ἀλεγεινῆς,
ἥ μιν ἔχεσκ’, ἐπεὶ οὔ ποτ’ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,
ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.”
ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση,460
παλλομένη κραδίην· ἅμα δ’ ἀμφίπολοι κίον αὐτῆι.
αὐτὰρ ἐπεὶ πύργον τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον,
ἔστη παπτήνασ’ ἐπὶ τείχεϊ· τὸν δὲ νόησεν
ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.465
τὴν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
ἢριπε δ’ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν,
τῆλε δ’ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
κρήδεμνόν θ’, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη470
ἤματι τῶι, ὅτε μιν κορυθαίολος ἠγάγεθ’ Ἕκτωρ
ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
ἀμφὶ δέ μιν γαλόωι τε καὶ εἰνατέρες ἅλις ἔσταν,
αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
ἣ δ’ ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,475
ἀμβλήδην γοόωσα μετὰ Τρωιῆισιν ἔειπεν·
“ Ἕκτορ, ἐγὼ δύστηνος· ἰῆι ἄρα γεινόμεθ’ αἴσηι
ἀμφότεροι, σὺ μὲν ἐν Τροίηι Πριάμου κατὰ δῶμα,
αὐτὰρ ἐγὼ Θήβηισιν ὑπὸ Πλάκωι ὑληέσσηι
ἐν δόμωι Ἠετίωνος, ὅ μ’ ἔτρεφε τυτθὸν ἐοῦσαν,480
δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
νῦν δὲ σὺ μέν ῥ’ Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῶι ἐνὶ πένθεϊ λείπεις
χήρην ἐν μεγάροισι. πάϊς δ’ ἔτι νήπιος αὔτως,
ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτωι485
ἔσσεαι, Ἕκτορ, ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
ἤν περ γὰρ πόλεμόν γε φύγηι πολύδακρυν Ἀχαιῶν,
αἰεί τοι τούτωι γε πόνος καὶ κήδε’ ὀπίσσω
ἔσσοντ’· ἄλλοι γάρ οἱ ἀπουρήσουσιν ἀρούρας.
ἦμαρ δ’ ὀρφανικὸν παναφήλικα παῖδα τίθησιν·490
πάντα δ’ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
δευόμενος δέ τ’ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
τῶν δ’ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχεν·
χείλεα μέν τ’ ἐδίην’, ὑπερώιην δ’ οὐκ ἐδίηνεν.495
τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξεν,
χερσὶν πεπληγώς, καὶ ὀνειδείοισιν ἐνίσσων·
“ἔρρ’ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.”
δακρυόεις δέ τ’ ἄνεισι πάϊς ἐς μητέρα χήρην,
Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρός500
μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν,
αὐτὰρ ὅθ’ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
εὕδεσκ’ ἐν λέκτροισιν, ἐν ἀγκαλίδεσσι τιθήνης,
εὐνῆι ἔνι μαλακῆι, θαλέων ἐμπλησάμενος κῆρ.
νῦν δ’ ἂν πολλὰ πάθησι, φίλου ἀπὸ πατρὸς ἁμαρτών,505
Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·
οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται,
γυμνόν· ἀτάρ τοι εἵματ’ ἐνὶ μεγάροισι κέονται510
λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
ἀλλ’ ἢτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέωι,
οὐδὲν σοί γ’ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.”
ὣς ἔφατο κλαίουσ’, ἐπὶ δὲ στενάχοντο γυναῖκες.515
- Type
- Chapter
- Information
- Homer: Iliad Book 22 , pp. 43 - 58Publisher: Cambridge University PressPrint publication year: 2012